Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.72 Dem. 18.75 (English) >>Dem. 18.78

18.74οἳ παραγενόμενοι διαλέξονται πρὸς αὐτὸν περὶ τοῦ ἀφεθῆναι τὸν ναύαρχον καὶ τὰ πλοῖα καὶ τοὺς στρατιώτας, καὶ εἰ μὲν διʼ ἄγνοιαν ταῦτα πεποίηκεν Ἀμύντας, ὅτι οὐ μεμψιμοιρεῖ δῆμος οὐδέν· εἰ δέ τι πλημμελοῦντα παρὰ τὰ ἐπεσταλμένα λαβών, ὅτι ἐπισκεψάμενοι Ἀθηναῖοι ἐπιτιμήσουσι κατὰ τὴν τῆς ὀλιγωρίας ἀξίαν· εἰ δὲ μηδέτερον τούτων ἐστίν, ἀλλʼ ἰδίᾳ ἀγνωμονοῦσιν ἀποστείλας ἀπεσταλμένος, καὶ τοῦτο λέγειν, ἵνα αἰσθανόμενος δῆμος βουλεύσηται τί δεῖ ποιεῖν.

18.75τοῦτο μὲν τοίνυν τὸ ψήφισμʼ Εὔβουλος ἔγραψεν, οὐκ ἐγώ, τὸ δʼ ἐφεξῆς Ἀριστοφῶν, εἶθʼ Ἡγήσιππος, εἶτʼ Ἀριστοφῶν πάλιν, εἶτα Φιλοκράτης, εἶτα Κηφισοφῶν, εἶτα πάντες· ἐγὼ δʼ οὐδὲν περὶ τούτων. λέγε. Ψηφίσματα

ἐπὶ Νεοκλέους ἄρχοντος, βοηδρομιῶνος ἕνῃ καὶ νέᾳ, βουλῆς γνώμη, πρυτάνεις καὶ στρατηγοὶ ἐχρημάτισαν τὰ ἐκ τῆς ἐκκλησίας ἀνενεγκόντες, ὅτι ἔδοξε τῷ δήμῳ πρέσβεις ἑλέσθαι πρὸς Φίλιππον περὶ τῆς τῶν πλοίων ἀνακομιδῆς καὶ ἐντολὰς δοῦναι κατὰ τὰ ἐκ τῆς ἐκκλησίας ψηφίσματα. καὶ εἵλοντο τούσδε, Κηφισοφῶντα Κλέωνος Ἀναφλύστιον, Δημόκριτον Δημοφῶντος Ἀναγυράσιον, Πολύκριτον Ἀπημάντου Κοθωκίδην. πρυτανεία φυλῆς Ἱπποθωντίδος, Ἀριστοφῶν Κολλυτεὺς πρόεδρος εἶπεν.

18.76ὥσπερ τοίνυν ἐγὼ ταῦτα δεικνύω τὰ ψηφίσματα, οὕτω καὶ σὺ δεῖξον, Αἰσχίνη, ὁποῖον ἐγὼ γράψας ψήφισμα αἴτιός εἰμι τοῦ πολέμου. ἀλλʼ οὐκ ἂν ἔχοις· εἰ γὰρ εἶχες, οὐδὲν ἂν αὐτοῦ πρότερον νυνὶ παρέσχου. καὶ μὴν οὐδʼ Φίλιππος οὐδὲν αἰτιᾶται ἔμʼ ὑπὲρ τοῦ πολέμου, ἑτέροις ἐγκαλῶν. Λέγε δʼ αὐτὴν τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.72 Dem. 18.75 (English) >>Dem. 18.78

Powered by PhiloLogic